Τρίτη 17 Αυγούστου 2010

Ακολουθία Αγίων Κύρου καὶ Ἰωάννου

Τ ΛΑ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ


Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων,


Κύρου καὶ Ἰωάννου


ΑΚΟΛΟΥΘΙΑ


ΑΘΗΝΑΙ 2002


Ποίημα Χαραλάμπους Μπούσια



ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ



Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.


Δεῦτε, τὴν μνήμην τὴν θείαν, οἱ φιλομάρτυρες, τοῦ θαυμασίου Κύρου καὶ σεπτοῦ Ἰωάννου, μαρτύρων παναλκίμων καὶ ιατρῶν Ἀναργύρων, τιμήσωμεν αὐτῶν ἀόκνους πρὸς Κύριον καὶ Θεὸν τὰς λιτὰς ἀπεκδεχόμενοι.



Ψυχῶν ἡμῶν καὶ σωμάτων ἐγκωμιάσωμεν, θεραπευτὰς τοὺς θείους, Κῦρον καὶ Ἰωάννην, τῆ χάριτι Κυρίου, πάντων πιστῶν ἄλγη ἀποδιώκοντας, καὶ λοιμωδῶν νοσημάτων παντοδαπῶν, τὴν ἀχλὺν διασκεδάζοντας.



Ἀθανασίαν, Κυρίου σεμνὴν ἀθλήτριαν, καὶ θυγατέρας ταύτης, τρεῖς στεῤῥῶς νουθετοῦντες, βασάνους ὑπομένειν παναλγεινάς, Ἰωάννη μακάριε καὶ θεοφόρητε Κῦρε, ὑμῶν ὁδὸν μαρτυρίου ἐτοιμάζατε.



Δαρμοὺς ἀσπλάγχνως, δι᾿ ὄξους πληγῶν ἐπάλειψιν, καὶ ἅλατος φωσφόροι, Κῦρε καὶ Ἰωάννη, μαστίγωσιν δρυμεῖαν καῦσιν μελῶν, καρτερῶς ὑπεμείνατε, καὶ τοῦ αὐχένος ἀποτμῆσιν τὸν Χριστόν, καὶ Παντάνακτα δοξάζοντες.



Δόξα. Ἦχος β´.


Τῆς πολυάθλου ξυνωρίδος τοὺς τιμίους ἄθλους, γεγηθότες, οἱ εὐσεβόφρονες ἅπαντες, τιμήσωμεν σήμερον ἐν ἀγαλλιάσει βοῶντες· Χαῖρε, Κῦρε πανεύφημε, ὁ μοναστῶν τὰς τάξεις κλείσας, ἰατρῶν τὰς χορείας κοσμήσας καὶ μαρτύρων ὀφθεὶς ὁμότροπος καὶ ἰσοστάσιος· Χαῖρε, Ἰωάννη, Χριστοῦ στρατιῶτα στεῤῥότατε, ὁ μὴ πτοηθεὶς τὴν σπάθην τοῦ δημίου, ἄλλα τὰ πάντα ὑπομείνας ἵνα Χριστὸν κερδήδῃς· ἀλλ᾿ ὦ ἀθλοφόροι εὔψυχοι, τῷ ἀγωνοθέτῃ νῦν Χριστῷ οἱ ἑστῶτες, πρεσβεύσατε ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.



Καὶ νῦν. Θεοτοκίον.


Τὴν πᾶσαν ἐλπίδα μου...



Ἀποστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.


Χαίρετε, ἰατροὶ Ἀνάργυροι γενναῖοι, Κῦρε καὶ Ἰωάννη, Χριστοῦ τῆς Ἐκκλησίας περικλεῆ σεμνώματα.



Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.


Χαίροις, βλαστὲ σεπτέ, κλεινῆς Ἀλεξανδρείας, ἀζύγων ἰατήρων καὶ ἀθλοφόρων Κῦρε, πανένδοξε ἀγλάϊσμα.



Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.


Χαίροις, τῆς στρατιᾶς, Κυρίου Ἰωάννη, ἄλκιφρον στρατιῶτα, Ἐδέσσης θεῖε γόνε, καὶ Ἐκκλησίας κόσμημα.



Δόξα. Τριαδικόν.


Χαίροις, Τριὰς σεπτή, ὑπερδεδοξασμένη, ἡ σύν τῳ Ἰωάννῃ, τὸν Κῦρον θριαμβεῦσαι. ἐχθρὸν ἐνδυναμώσασα.



Καὶ νῦν. Θεοτοκίον.


Χαίροις, ἡ τὸν Θεόν, ἀφράστως συλλαβοῦσα, καὶ τέξασα τῷ κόσμῳ,


Παρθένε ἀνηρότως, εὐλογημένη Δέσποινα.



Νῦν ἀπολύεις.....τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.























ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ



Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.


Κῦρον τὸν ἀοίδιμον, τὸν δι᾿ εὐχῆς θεραπεύσαντα, ἀσθενοῦντας καὶ κάμνοντας, ἀζύγων κοσμήσαντα ἱερὰν χορείαν καὶ τῶν ἀθλοφόρων τὰς τάξεις τὰς περικλεεῖς ᾀσμάτων ἄνθεσι καταστέψωμεν ἡδίστοις καὶ βοήσωμεν τῶν ἰατήρων ἑξάνθισμα, εὐωδία θαυμάτων σου εὐσεβῶν δήμους ηὔφρανας.



Δεῦτε, τὸν καλλίνικον Χριστοῦ ὁπλίτην τιμήσωμεν, Ἰωάννην τὸν ἔνδοξον, μαρτύρων τῆς πίστεως στρατολογηθέντα τάγμασι τοῖς θείοις καὶ στρατιὰν τὴν χοϊκήν, καταλιπόντα ἐκθύμως κράζοντες· τοῦ Κύρου τοῦ παμμάκαρος καὶ ἰατῆρος συνέκδημε, ὑπὲρ πάντων δεόμενος μὴ ἐλλιπὴς τοῦ Κτίσαντος.



Λύχνοι ἀγαπήσεως πρὸς τὸν Χριστὸν καὶ τὸν ἔγγιστα, θεοφόροι Ἀνάργυροι, ὑπάρχοντες πάμφωτοι ἀλγηδόνων ζόφον καὶ τὴν σκοτομήνην ἀποδιώκετε ταχύ, παντοίων νόσων, θεομακάριστοι· διὸ νῦν, Κῦρε ἄριστε καὶ Ἰωάννη θεσπέσιε, τὴν ὑμῶν μακαρίζομεν πρὸς τοὺς πάσχοντας πρόνοιαν.



Χαίρει καὶ ἀγάλλεται τῶν φιλοχρίστων ὁμήγυρις τὴν ὑπερφωτον σήμερον τελοῦσα ἐν ἄσμασι μνήμην ξυνωρίδος ἰατρῶν ἀλκίμων· καὶ Ἀναργύρων ἀληθῶς, τοῦ Ἰωάννου τοῦ οὐρανόφρονος καὶ Κύρου τοῦ παμμάκαρος καὶ ἀνακράζει· πρεσβεύσατε ἡμῖν δοῦναι ὑγίειαν τῷ Χριστῷ, ἱερώτατοι.



Ῥήμασι στηρίζοντες Ἀθανασίαν τὴν μάρτυρα τοῖς ὑμῶν, ἀθλοφόρητοι, αὐτῆς σὺν ἀλκίφροσιν ὄντως θυγατράσι, πρὸ τοῦ μαρτυρίου προητοιμάζατε ὑμῶν ὁδὸν ἀθλήσεως, καλλιμάρτυρες, ἣν πίστει διηνύσατε ἀνδροπρεπῶς, ἐνθεώτατοι, Ιωάννη τρισόλβιε καὶ στεῤῥὲ Κῦρε, πάνσοφε.



Χάριτι ἰάτρευες Σταυροῦ λοιμώδη νοσήματα, ἰατρὸς ὥσπερ ἄριστος, βλαστὲ ἐνθεώτατε τῆς Ἀλεξανδρείας, Κῦρε ἀθλοφόρε, θαυμάτων ὄντως ποταμέ, καὶ πρὸς τὴν πίστιν Χριστοῦ προσείλκυσας τὸν Ἰωάννην, Ἅγιε, ὅνπερ ὑπόδειγμά ἔδείξας εὐψυχίας καὶ πίστεως καὶ ἀνδρεῖόν σου συνᾶθλον.





Δόξα. Ἦχος πλ. β΄.


Ἐξέλαμψε σήμερον τῶν ἐνδόξων Ἀναργύρων ἡ θεία μνήμη φωτίζουσα τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἀκτῖσι παντοδαπῶν θαυμάτων καὶ τοὺς πιστοὺς ἐγειροῦσα ἐν κατανύξει κράζειν· Κῦρε καὶ Ἰωάννη, πανθαύμαστοι, μαρτυρίου οἱ δραξάμενοι στέφη καὶ οὐρανοπλῖται γενόμενοι, ὑγιείας ἡμῖν καταπέμψατε δρόσον ὑψόθεν πρεσβείαις ὑμῶν πρὸς Κύριον.



Καὶ νῦν. Θεοτοκίον.


Τίς μὴ μακαρίσει σέ, Παναγία Παρθένε, ..



Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)


Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)


Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)


Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.



Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.


Δεῦτε, πιστοί, συνελθόντες σήμερον ἐν τῷ οἴκῳ Κυρίου ᾀσματικοῖς ἐγκωμίοις καταστέψωμεν τὴν γεραρὰν ξυνωρίδα τῶν σεπτῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου· οὗτοι γὰρ ἄλγη νοσούντων ἰασάμενοι θείᾳ χάριτι καὶ Χριστοῦ τὸ ὄνομα παῤῥησίᾳ ὁμολογήσαντες μαρτυρίου τὰς τρίβους ἀκλινῶς καὶ εὐψύχως ἥνυσαν αὐτῆς, οὖν καὶ ἡμεῖς τὴν γενναιότητα μιμούμενοι ὁμολογηταὶ τῆς ἀληθείας γενώμεθα, ἵνα τῆς οὐρανίου χαρᾶς ἀξιωθῶμεν καὶ ἀλήκτου μακαριότητος.



Ἦχος β΄.


Ἀνέτειλε σήμερον φαιδρὰ καὶ πανέορτος ἡ τῶν ἐνδόξων ἰατήρων μνήμη, Κύρου καὶ Ἰωάννου, τῶν θαυμαστῶν Ἀναργύρων, τοὺς πιστοὺς κατευφραίνουσα· δεῦτε, οὖν, πάντες, αὐτῶν ἀναμέλποντες τὰ κατορθώματα καὶ τοὺς ἄθλους ἐπαινοῦντες Χριστὸν δοξολογήσωμεν, τὸν τοιούτους ἡμῖν μεσίτας δωρησάμενον.



Ὁ αὐτός. Ἀνατολίου


Δεῦτε τῶν Πιστῶν ὁ σύλλογος σήμερον, ὕμνοις στέψωμεν, Κῦρον σὺν τῷ Ἰωάννῃ, τοὺς ἀροτῆρας τῆς χάριτος, καὶ δοτῆρας τῶν αἰτούντων ἀφθονωτάτους· ποικιλοτρόπως γὰρ πᾶσιν, ἀνεδείχθησαν ἰατροὶ παμφαεῖς· ὅθεν καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.





Ἦχος γ´.


Τοὺς ἐμψυχωτὰς Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ καλλινίκους τῆς πίστεως μάρτυρας τιμήσωμεν, Κῦρον καὶ Ἰωάννην, εὐλαβῶς ἀνακράζοντες· ὁπλῖται Κυρίου γενναιότατοι, ἀσθενούντων ἀναρφωσις καὶ ἴασις, τοὺς ὑμῶν τὴν ἁγίαν μνήμην γεραίροντας ἰθύνατε πρὸς θέωσιν καὶ ζωὴν τὴν αἰώνιον.



Ἦχος δ´.


Τὴν φιλόχριστον καὶ οὑ φιλόχρυσον ξυνωρίδα, τὴν φιλάνθρωπος δαπανήσασαν τὸν βίον, Κῦρον καὶ Ἰωάννην, ὡς ἰατρῶν ἀκρότητας φαιδρῶς ὑμνήσωμεν· οὗτοι γὰρ τὸν θρῆνον τοῦ λαοῦ εἰς χαρὰν μεταβαλόντες καὶ φάρμακα παυσίπονα οὐράνια πιστοῖς δόντες ἀθλητικῶς ἐν σταδίῳ τὸν ἀγῶνα ἐτέλεσαν· καὶ νῦν τῷ δοτῆρι τῶν ἀγαθῶν συνόντες καὶ χαρᾶς ἀνεκλαλήτου μετέχοντες, Χριστῷ πρεσβεύουσιν ὑπὲρ ὑγιείας τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.



Ὁ αὐτός.


Ἀξιεπαίνοις ᾄσμασι, πιστοὶ μεγαλύνωμεν, Κῦρον καὶ Ἰωάννην, τοὺς ἐν πνεύματι ὁμαίμονας, καὶ κατὰ σάρκα ἀδελφόφρονας, σὺν αὐτοῖς καὶ τὴν γενναίαν Ἀθανασίαν ἐγκωμιάζοντες, καὶ τὰ βλαστήματα αὐτῆς, Θεοδότην Εὐδοξίαν καὶ Θεοκτίστην, τὰς ἀθληφόρους καὶ καλλιπαρθένους, αἰτοῦντας Χριστόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Ἦχος πλ. α΄.


Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι᾿ αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος, πᾶσι πηγάζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτος εἰμὶ ἐγὼ ὁ τάλας· τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει ὑμῖν βοῶ, ἰάσασθέ με· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.



Ἦχος πλ. δ'


Δυὰς μαρτύρων σήμερον ἀνέτειλεν ἡμῖν, τὰς ψυχικὰς ἀλγηδόνας ἡμῶν θεραπεύουσα, Κῦρος καὶ Ἰωάννης οἱ θαυματουργοί· ὁ μὲν γὰρ ἰσάγγελον ἀσπασάμενος ἅμιλλαν, τῷ μονήρει βίῳ, μέχρι τέλους ἐνδιαπρέψας, αἵματι τοῦ Μαρτυρίου οἰκειοῦται τῷ Χριστῷ, ὁ δέ, στρατιωτικοῖς ἐνδιαπρέψας καταλόγοις, ταῖς οὐρανίαις στρατολογίαις συγκαταριθμεῖται. Διὸ ἰάσεις νέμουσι τοῖς ἐν πίστει τελοῦσι τὴν μνήμην αὐτῶν, πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.






Δόξα. Ἦχος δ΄.


Τοὺς νοητοὺς πολυτίμους μαργαρίτας τῆς πίστεως, Κῦρον καὶ Ἰωάννην, τοὺς ἀναργύρως νόσους ἰωμένους, εὐσεβόφρονες πάντες, καταστέψωμεν ᾄσμασιν, οὗτοι γὰρ θυσίαν λογικὴν ἑαυτοὺς προσενεγκόντες Κυρίῳ πιστῶν καταφυγὴ γεγόνασι σωτηρίας καὶ ἰατρεῖον ἀδάπανον νοσούντων ἀνιάτως· διὸ αὐτῶν ἀξιόχρεως τὴν μνήμην ἑορτάζοντες καὶ τὰ κατορθώματα μέλποντες τὰς πρὸς Κύριον τὸν Θεὸν ἡμῶν θερμὰς πρεσβείας ἐξαιτούμεθα.



Καὶ νῦν. Θεοτοκίον.


Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου...



Εἰς τὸν Στίχον. Στιχηρὰ Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.


Χαίροις, ἡ τῶν μαρτύρων δυάς, ἡ ἀναργύρως ἰωμένη τοὺς πάσχοντας, διώκουσα ἀσθενείας, λοιμώδεις καὶ χαλεπάς, καὶ τὰς ἀλγηδόνας θεραπεύουσα, αὐτῇ τῶν ἑκάστοτε, προστρεχόντων ἐκ πίστεως, καὶ ἐκβοώντων· Κῦρε πνευματοφόρητε, ἀκεσώδυνον κόσμου θεραπευτήριον,


καὶ Ἰωάννη ἔνθεε, ἀνδρείας ἐκτύπωμα, καὶ λαμπηδὼν εὐσεβείας,


καὶ ψυχικῆς ὡραιότητος, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι


τὸ μέγα ἔλεος.



Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.


Χαίροις, ἡ τῶν μαρτύρων δυάς, τρισμάκαρ Κῦρε, ἰατρὲ πνευματέμφορε, καὶ πάνσεπτε Ἰωάννη, οἱ τὸν ἀγῶνα καλῶς, τῆς ὁμολογίας ἐνθαῤῥύναντες, τελέσαι τὴν πάναγνον, θυγατέρων ὁμήγυριν, Ἀθανασίας, τὰ λαμπρὰ ἐκβλαστήματα, τῆς ἀλκίφρονος, καὶ στεῤῥᾶς καλλιμάρτυρος· ὅθεν κλεινοὶ Ἀνάργυροι, ὑμῶν τὴν ὑπέρφωτον, καὶ πανσεβάσμιον μνήμην ἐπιτελοῦντες κραυγάζομεν·


Χριστὸν δυσωπεῖτε· ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.



Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.


Χαίροις, ἡ τῶν μαρτύρων δυάς, τῶν θαυμασίων ἀστραπαῖς διαλάμψασα, ἐν πάσῃ τῇ Ἐκκλησίᾳ, καὶ ἀσθενείας πιστῶν, χάριτι τῇ θείᾳ


θεραπεύσασα· σεπτὲ Κῦρε βλάστημα, τῆς μεγάλης τῶν Πόλεων,


Ἀλεξανδρείας, ἰατρὲ θεοπρόβλητε, τὸ τριβώνιον, ὁ προκρίνας ἀσκήσεως,


πολυτελοῦς ἐνδύματος, ἡδίστης βιώσεως, καὶ Ἰωάννη Κυρίου, τῆς στρατιᾶς ἐγκαλλώπισμα, καὶ γόνε Ἐδέσσης, πέμψαι πᾶσι δυσωπεῖτε, Χριστὸν ὑγίειαν.







Δόξα. Ἦχος πλ. δ´.


Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία τὴν ἀεισέβαστον μνήμην τελοῦσα τῆς ἱερᾶς τῶν μαρτύρων ξυνωρίδος, τῶν Ἀναργύρων ἁγίων, Κύρου καὶ Ἰωάννου· οὗτοι γὰρ ὡς βότρυες νεκταρόβρυτοι ἐν τοῖς ληνοῖς συνθλιβέντες στεῤῥᾶς καὶ ἀρίστης ἀθλήσεως γλυκασμὸν ἡμῖν σταλάζουσιν εὐφροσύνης καὶ ὑγιείας. διὸ αὐτῶν τοὺς ἄθλους μακαρίζοντες καὶ ὡς ἰατήρων πρότυπα αὐτοὺς ἐγκωμιάζοντες τὰς πρὸς Κύριον τὸν πανελεήμονα λιτὰς αὐτῶν ἀπεκδεχόμεθα πρὸς βίον κρείττονα καὶ ζωὴν τὴν αἰώνιον.



Καὶ νῦν. Θεοτοκίον.


Δέσποινα πρόσδεξαι...



Νῦν ἀπολύεις. Τρισάγιον.



Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.


Ἰατρῶν ξυνωρίδα τὴν θεοπρόβλητον, Κῦρον τὸν πάνυν ἀνδρεῖον, καὶ Ἰωάννην στεῤῥόν, ὡς Μαρτύρων ἀμαρύγματα τιμήσωμεν, καὶ θαυμασίων αὐτουργούς, ἰωμένους τῶν πιστῶν, τὰς νόσους τὰς δυσιάτους, τῇ τοῦ Θεοῦ συνεργείᾳ, λιτὰς αὐτῶν ἀπεκδεχόμενοι.




ΕΝ ΤΩ ΟΡΘΡΩ



Μετὰ τὴν α´ Στιχολογίαν Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.


Προστᾶται ταχινοί, ἀνιάτως νοσούντων, καὶ ἄγρυπνοι φρουροί, εὐσεβούντων ἁπάντων, ὑπάρχετε Ἅγιοι, Ἰωάννη μακάριε καὶ πανένδοξε, πνευματοφόρητε Κῦρε· Ὅθεν σήμερον ὑμῶν τὴν πάνσεπτον μνήμην ἀσμένως γεραίρομεν.


Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.


Ὑμνοῦμέν σε ἀεί, ἀγεώργητε χώρα, τοῦ πάντων Ποιητοῦ, ζῶντος ὕδατος κρήνη, βροτῶν παραμύθιον, καὶ χαρᾶς κόσμου πρόξενε,


παναμώμητε ὑπεραγία Παρθένε, τὰ συστήματα τῶν Ὀρθοδόξων ἁπάντων εὐήχοις μελίσμασι.



Μετὰ τὴν β᾿ Στιχολογίαν Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.


Φωστῆρες τρισμέγιστοι θεοειδῶν ἀρετῶν, τὰ πάθη ἰώμενοι τὰ ζοφερὰ τῶν βροτῶν, τοῦ Πνεύματος χάριτι, Κῦρε σημειοφόρε καὶ σεπτὲ Ἰωάννη, σκέπετε οὐρανόθεν τοὺς ὑμᾶς εὐφημοῦντας, καὶ ἄθλους τοὺς ἀρίστους ὑμῶν ὕμνοις γεραίροντας.


Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.


Θεὸν πανοικτίρμονα καὶ Λυτρωτὴν τοῦ παντός, τεκοῦσα πανύμνητε, ὑπερφυῶς Μαριάμ, τοὺς δούλους σου οἴκτειρον, καὶ πρὸς τῆς μετανοίας χειραγώγησον τρίβους, πάντας τοὺς ἀνυμνοῦντας τὸν σὸν πάνσεπτον Τόκον, καὶ πόθῳ εἰς αἰῶνας Ἁγνή, σὲ μεγαλύνοντας.



Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.


Δυάδα πάνσεμνον, ἀνευφημήσωμεν, τὴν διαλάμψασαν, βολαῖς ἰάσεων, καὶ θεραπεύουσαν δεινά, νοσήματα τῶν μερόπων, τοῦ Σταυροῦ τῇ χάριτι, Κῦρον τὸν πνευματέμφορον, καὶ τὸν γενναιόφρονα, Ἰωάννην ὡς πίστεως, φανοὺς τηλαυγεστάτους βοῶντες· Χαῖρε, δυὰς κλεινῶν μαρτύρων.


Δόξα. Τὸ αὐτό. Καὶ νῦν, Θεοτοκίον.


Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, Ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὔρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.



Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.


Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.


Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.


Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 – ιστ΄ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα το, εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.


Ὁ Ν᾿ Ψαλμός.


Δόξα: Ταῖς τῶν ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον...


Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...


Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχος: Ἐλεῆμον, ἐλέησον μέ...


Ἀναργύρων ξυνωρὶς ἁγιόλεκτε, σὺν Χριστῷ ἀγάλλει ἐν θείοις δώμασι, Κῦρε καὶ Ἰωάννη, ὡς ἀθλήσεως ἔσοπτρον χάριν οὖν δαψιλῆ παρέχειν πᾶσιν ἀπείληφας ῥῶσιν ψυχῆς καὶ σώματος, δύναμιν τοῖς ἀνυμνοῦσί σου ἐκθύμως τὴν ὑπέρλαμπρον ἄθλησιν.


Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...



Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου, καὶ οἱ β΄ τῶν Ἁγίων



Ὁ α΄ Κανών, ἐκ τοῦ μηναίου.


ᾨδὴ α´ Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.


Τὸ κῦρος κατὰ τῆς πλάνης εἴληφας, Κῦρε μακάριε συναθλητὴν τῶν πόνων ἐσχηκώς, Ἰωάννην τὸν ἔνδοξον· διὸ τρυφῆς τῆς κρείττονος, ἐν οὐρανοῖς συναπολαύετε.


Στρατείαν πνευματικὴν ζωσάμενος, Κῦρε πανέντιμε, τὴν ἐπὶ γῆς στρατείαν τε λιπών, Ἰωάννη πανεύφημε, κατὰ Δαιμόνων ἤρασθε, παρὰ Χριστοῦ τὰ νικητήρια.


Τῆς Θέκλης τὴν ἀρετὴν ζηλώσασαι, γυναῖκες ἔνθεοι, παρθενικὴν ἰσάγγελον στολήν, εὐσεβῶς ἠμφιάσαντο, μαρτυρικῷ δὲ ἔρωτι, πρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο.


Θεοτοκίον


Ἐκ σοῦ κεχαριτωμένη Πάναγνε, ἡμῖν ἀνέτειλε, δικαιοσύνης Ἥλιος Χριστός, καὶ φωτὶ κατελάμπρυνε, τοὺς καθημένους πρότερον, ἐν τοῖς τοῦ σκότους ὀχυρώμασιν.



Ὁ β΄ κανών, οὗ ἡ Ἀκροστιχίς· Κῦρε καὶ Ἰωάννη, νόσων ἡμᾶς ῥύσασθε. Χ. Μ. Μ. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.


Κυρίου ὁπλῖται πανευσθενεῖς, δυὰς τρισολβία ἰατήρων θεοφιλῶν, σὺν Κύρῳ τῷ θείῳ Ἰωάννῃ, τὸν Ζωοδότην ἡμῖν ἱλεώσατε.


Ὑμνοῦντες παλαίσματα τὰ ὑμῶν, πανένδοξε Κῦρε, ἰατήρων φῶς τηλαυγές, καὶ λύχνε ἀνδρείας Ἰωάννη, λιτὰς ὑμῶν πρὸς Θεὸν ἐκδεχόμεθα.


Ῥωσθέντες δυνάμει τοῦ Ἰησοῦ, ἀνδρείως τὴν κλῆσιν τὴν χριστώνυμον πρὸ ἐχθρῶν, ἀπίστων σὺν Κύρῳ Ἰωάννην, ὡμολογήσατε καὶ ἐνηθλήσατε.


Θεοτοκίον.


Ἐπάκουσον Δέσποινα, τῶν πιστῶς, σὲ μεγαλυνόντων τῆς δεήσεως καὶ ταχύ, παράσχου σοῖς δούλοις οὐρανόθεν, ἄμφω ψυχῶν καὶ σωμάτων ὑγίειαν.




ᾨδὴ γ´. Εὐφραίνεται ἐπὶ σοί.


Σαρκίῳ τῷ ἀσθενεῖ, δυναμουμένῳ τοῖς Χριστοῦ πάθεσιν, οἱ εὐκλεεῖς Μάρτυρες, τὸν ἀνθρωποκτόνον κατέβαλον.


Τῶν πόνων σωματικῶς, τῆς ἀκηράτου δὲ τρυφῆς πνεύματι, οἱ τοῦ Χριστοῦ Μάρτυρες, ἀντιλαβανόμενοι ἔχαιρον.


Ἐρρώσθη τὸ ἀσθενές, τῆς γυναικείας τῷ Σταυρῷ φύσεως, τὸν δυσμενῆ δράκοντα· ὅθεν ἀνδρικῶς ἐτροπώσαντο.


Θεοτοκίον


Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.



Ἕτερος. Οὐρανίας ἁψῖδος.


Κῦρε, Ἀλεξανδρείας περιφανὲς βλάστημα, μονοτρόπων πάντιμον γέρας καὶ σεμνολογήμα, περικλεῶν ἰατρῶν, σὺν Ἰωάννη σταδίου, σκάμματα διήνυσας, καὶ πόθῳ ἠθλησας.


Ἀθλητὰ τροπαιοῦχε, στέφος λαμπρὸν εἴληφας, μάκαρ ἀληθῶς Ἰωάννη αἰωνιότητος, σὺν Κύρῳ τῷ εὐσθενεῖ, μεθ᾿ οἱ Χριστὸν ἐκδυσώπει, χριστωνύμοις ἅπασι δοῦναι ὑγίειαν.


Ἱλεώσατε Κτίστην θαυματουργοὶ Ἅγιοι, πᾶσι τοῖς ὑμῶν ἀνυμνοῦσι τὰ κατορθώματα, ὑμῶν ἐνθέρμοις λιταῖς, περικλεὲς Ἰωάννη, καὶ θεοειδέστατε Κῦρε μακάριε.


Θεοτοκίον.


Ἰησοῦν τὸν Σωτῆρα καὶ Πλαστουργὸν τέτοκας, ὃν ἡ ξυνωρὶς Ἀναργύρων ὁμολογήσασα, Παρθένε Μῆτερ Θεοῦ, θεοπρεπῶς ἐδοξάσθη, αἶνον θεῖον ᾄδουσα τοῖς μεγαλείοις σου.



Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.


Κῦρε πάντιμε, καὶ Ἰωάννη, ἐνηθλήσατε, ἐν τῇ Αἰγύπτῳ, θυγατέρων σὺν τριάδι θεόφρονι, Ἀθανασίας καὶ σὺν ταύτῃ ἄφθονον, χάριν ὑψόθεν εἰλήφατε πάντοτε, τοῖς γεραίρουσιν ὑμῶν τὰ σεπτὰ παλαίσματα, παρέχειν ἄμφω ῥώμην καὶ ὑγίειαν.


Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.


Σωματώσασα τὸν ἰατῆρα, ὑπερύμνητε Θεοκυῆτορ, τῶν μερόπων τῆς ψυχῆς καὶ τοῦ σώματος τῶν ἰατρῶν Ἀναργύρων δεήσεσι, τοῦ Ἰωάννου καὶ Κύρου, ἐπόμβριζε ῥῶσιν ἅπασι καὶ δύναμιν τοῦ ἀλάστορος πατῆσαι τὴν Ἰσχὺν καὶ τὰ φρυάγματα.









ᾨδὴ δ´. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.


Ἡ ἀνέσπερος τῆς χάριτος φωταυγία, τοῦ δυσμενοῦς κατέλυσε, φιλέσπερον πλάνην, ταύτης πολεμήτορας, φωστῆρας ἐκλάμποντας, Κῦρον Ἰωάννην τε δείξασα.


Κατεθέλχησαν τῷ ἔρωτι τῆς Τριάδος, καὶ ὑπ᾿ αὐτῆς οἱ Μάρτυρες σφοδρῶς ἐρρωσθέντες, Κῦρος Ἰωάννης τε, ἑνώσει τῇ κρείττονι, ὄργανα Θεοῦ ἀνεδείχθησαν.


Ὡς σεπτὸν ὑμῶν τὸ τέμενος θεραπεῖον, τῶν πονηρῶν πνευμάτων ἀπελαύνει τὴν λώβην, πᾶσί τε τοῖς κάμνουσιν, ἀήττητοι Μάρτυρες, χάριν ἀλεξίκακον δίδωσιν.


Θεοτοκίον


Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.



Ἕτερος. Εἰσακήκοα, Κύριε.


Ὡς μυράλειπτρον εὔοσμον πάντα εὐωδία πληροῖ τὰ σύμπαντα, τῆς ὑμῶν στεῤῥᾶς ἐνστάσεως, σὺν τῷ Ἰωάννῃ Κῦρε ἄριστε.


Ἀλεξάνδρεια γάνυται, σοῖς σπαργάνοις Κῦρε θεομακάριστε, καὶ ἡ Ἔδεσσα ταῖς ῥίζαις σου, Ἰωάννη πίστεως ἑδραίωμα.


Νόσους ἄμφω ἰώμενος, Κῦρε τῇ δυνάμει τῆς θείας χάριτος, ἰατρῶν ἐπώφθης κλέϊσμα, Ἀναργύρων, μάρτυς ἀξιάγαστε.


Θεοτοκίον.


Νύμφη Κτίστου ἀνύμφευτε, κρήνη θείας χάριτος, τοῖς νάμασι


Πότισον, διψῶντά με καὶ σῶσόν με.



ᾨδὴ ε´. Σὺ Κύριέ μου φῶς.


Σὲ Σῶτερ ἡ δυάς, τῶν Μαρτύρων ἐπόθησε, σὺ Ἅγιε ἐν Ἁγίοις, Κύρῳ καὶ Ἰωάννῃ, ἀξίως ἀναπέπαυσαι.


Σὸν ἔργον Ἀγαθέ, τοῦ ἐχθροῦ ἡ καθαίρεσις, σὺ Μάρτυρας εὐσεβείας, τῷ Σταυρῷ ἀπειργάσω, καὶ δόξῃ ἐστεφάνωσας.


Σὲ μόνον ἀγαπᾶν, ἀπτοήτῳ φρονήματι, ἀλείψαντες τὰς Παρθένους, Ἰωάννης καὶ Κῦρος, ἀνδρείας ἀπειργάσαντο.


Θεοτοκίον


Σὲ ὅπλον ἀρραγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.



Ἕτερος. Φώτισον ἡμᾶς.


Ἤσχυνας ἐχθρόν, ξυνωρίς, τὸν εἰδωλόφρονα, Ἰωάννη τε καὶ Κῦρε γεραρέ, ἀναργύρως πᾶσι νέμοντες ἰάματα.


Νόσους λοιμικάς, ἀσθενούντων ἐκδιώκετε, θαυμαστῶς σημειοφόροι ἀθληταί, Ἰωάννη τε καὶ Κῦρε, ἀξιάγαστοι.


Οἱ τῶν εὐσεβῶν, ἰατῆρες ἐκδιώξατε, ἀλγηδόνας τῶν σπευδόντων τῇ ὑμῶν, Ἰωάννη τε καὶ Κῦρε, θείᾳ χάριτι.


Θεοτοκίον.


Στήριξον ἡμᾶς, ἐν τῇ πίστει Μητροπάρθενε, τοῦ Υἱοῦ σου καὶ Παντάνακτος Θεοῦ, ἐν βυθῷ τοὺς κλονουμένους ἀπογνώσεως.



ᾨδὴ ς´. Θύσω σοι.


Θύεσθαι, ὑπὲρ Χριστοῦ οἱ Μάρτυρες εἵλοντο, ἤπερ ἀλάστορι θύειν, πονηρόν τε τύραννον ἀνθαιρεῖσθαι, τοῦ δι οἶκτον, ὑπὲρ ἡμῶν τυθέντος ὡς πρόβατον.


Ἤλγησαν, οἱ ἀφειδῶς τοὺς Μάρτυρας ξέοντες, τοῖς ξεομένοις δὲ βέλη, αἱ πληγαὶ νηπίων ἀπετελοῦντο, παραδόξως· ἐνευροῦντο τῷ θείῳ γὰρ Πνεύματι.


Κύριον, καὶ Βασιλέα πάσης τῆς κτίσεως, σὲ ὡμολόγησε πίστει, δυὰς ἡ ὁμόφρων καὶ εὐαθλήτως τοῖς ἀνόμοις, ἀντικατέστη μέχρι καὶ αἵματος.


Θανάτῳ, τὴν ἀθανασίαν εὔκλειαν ἤραντο, Ἀθανασία ἡ Μάρτυς, σὺν τῇ Εὐδοξίᾳ καὶ Θεοδότῃ, καὶ τῇ θείᾳ, Θεοκτίστῃ τοῖς ταύτης βλαστήμασι.


Θεοτοκίον


Κατάρας, τῆς προμήτορος Εὔας τῷ τόκῳ σου, ἐλευθερούμεθα· σὺ γάρ, τὸν Χριστὸν τεκοῦσα Παρθενομῆτορ, ἀντὶ ταύτης, τὴν εὐλογίαν πᾶσιν ἐπήγασας.



Ἕτερος. Τὴν δέησιν.


Ὡς πάμφωτοι, λύχνοι καταυγάζετε, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν ἀκτῖσιν, ὑμῶν ἀνδρείας καὶ πλήθους θαυμάτων, Ἀλεξανδρείας βλαστέ, Κῦρε πάνσοφε, καὶ Ἰωάννη εὐκλεές, τῆς Ἐδέσσης περίβλεπτον καύχημα.


Νεκρώσαντες, τῇ ἐνστάσει Ἅγιοι, τῇ ὑμῶν τοὺς φεῦ λατρεύοντας λίθους, Ἀθανασίας καὶ τῶν θυγατέρων, αὐτῆς τριῶν τὰς ψυχὰς ἐνισχύσατε, καταφρονῆσαι τὸν ἐχθρόν, Ιωάννη καὶ Κῦρε, μακάριοι.


Ἡ δύναμις, τοῦ Σταυροῦ Ἀνάργυροι, ἀσθενούντων ἀπεδίωξεν ἄλγη, καὶ πρὸς μαρτύρων ἴθυνε θεῖον, ὑμῶν τὰ βήματα Κῦρε ἀοίδιμε, καὶ Ἰωάννη εὐσθενές, τοῦ Χριστοῦ ἐθελόθυτα θύματα.


Θεοτοκίον.


Μητράνανδρε, φρέαρ ἀκεσώδυνον, οἰκτιρμῶν σου ταῖς ῥοαῖς ξηρανθεῖσαν, δεινῶς ψυχὴν καταδρόσισον δούλου, τοῦ σοῦ καὶ δός μοι ἀείῤῥυτον δάκρυον, καθαρτικὸν τῆς ἀληθοῦς, μετανοίας Παρθένε θεόνυμφε.







Κοντάκιον. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Τὴν ξυνωρίδα τῶν σεπτῶν Ἀναργύρων τὴν θεραπεύουσαν πιστῶν ἀλγηδόνας καὶ τὴν ὁδὸν ἀθλήσεως στεῤῥᾶς καρτερῶς καὶ αὐχένος τμήσεως διανύσασαν πάντες ὕμνοις καταστέψωμεν, Κῦρον καὶ Ἰωάννην, ἀναβοῶντες· μάρτυρες Χριστοῦ, τῆς ἀθυμίας ἡμῶν ζόφον λύσατε.


Κοντάκιον ἕτερον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.


Τὴν ξυνωρίδα τῶν μαρτύρων εὐφημήσωμεν, τῶν Ἀναργύρων ἰατήρων ὕμνοις πρέπουσι, Κῦρον πάνσεπτον καὶ ἄλκιμον Ἰωάννην, ὡς ταμεῖα θείου Πνεύματος ἀσύλητα, καὶ δεινῶν ἀσθενειῶν ἀλεξιτήρια, πόθῳ κράζοντες· Χαίροις, ζεῦγος θεόλεκτον.


Ὁ Οἶκος.


Ἄριστοι ἐν σταδίῳ ἀθληταί, Ἰωάννη, ἐπώφθητε, καὶ Κῦρε στεῤῥόφρον, ἀναργύρως οἱ πᾶσι βροτοῖς τὰς ἰάσεις χάριτι Θεοῦ νέμοντες· διὸ ὑμᾶς γεραίροντες κραυγάζομεν ἐν κατανύξει·


Χαίρετε, κύμινα ἀφθαρσίας·


χαίρετε, μάργαρα Ἐκκλησίας.


Χαῖρε, ἀθλητῶν, Ἰωάννη, ἀγλάϊσμα·


χαῖρε, σταθερόν, Κῦρε, πίστεως ἔρεισμα.


Χαῖρε, χάριν, Κῦρε, ἄφθονον ἰαμάτων ὁ λαβῶν·


χαῖρε, κλῆσιν ὁ δεξάμενος, Ἰωάννη, οὐρανῶν.


Χαῖρε, εὖχος μαρτύρων ἰατρῶν Ἀναργύρων·


χαῖρε, στέφος διπλόκων κλώνων καλλιμαρτύρων.


Χαῖρε, φῶς, Ἰωάννη, σεμνότητος·


χαῖρε, δᾷς παμφαές, Κῦρε, πίστεως.


Χαῖρε, σεπτὴ ξυνωρὶς ἀθλοφόρων·


χαῖρε, κλυτὴ δυὰς Ἀναργύρων·


Χαίροις, ζεῦγος θεόλεκτον.



Συναξάριον.



Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου· καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας, καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης, καὶ Εὐδοξίας.







Στίχοι.


Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος,
Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ.


Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων,
Πόθῳ Πατρὸς θνήσκουσι τοῦ πάντων ξίφει.


Ἰατροὶ γεννάδες, πρώταθλοι σταδίου,


συνηθλήσατε, Κῦρε καὶ Ἰωάννη.


Κῦρον Ἰωάννην τε τάμον πρώτῃ τριακοστῇ.


Οὗτοι οἱ Ἅγιοι Μάρτυρες, Κῦρος καὶ Ἰωάννης, ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ τοῦ Βασιλέως· ὁ μὲν Κῦρος, ἐκ τῆς Ἀλεξανδρέων πόλεως, ὁ δὲ Ἰωάννης ἐξ Ἐδέσσσης. Διὰ τὸν ἐπικρατοῦντα οὖν διωγμόν, καὶ τοὺς Χριστιανοὺς ἐκπορθοῦντα, τὸν πρὸς τὴν Ἀραβίαν τόπον θαλάσσιον καταλαβὼν ὁ Κῦρος, καὶ τὸ μοναχικὸν ἀμφιασάμενος σχῆμα, ἐν αὐτῷ κατοικεῖ. Ὁ δὲ Ἰωάννης, ἐν τοῖς Ἱεροσολύμοις γενόμενος, περὶ τῶν θαυματουργιῶν τοῦ Ἁγίου Κύρου ἀκούσας (καὶ γὰρ ἦν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐξιώμενος), παρεγένετο εἰς Ἀλεξάνδρειαν, κἀκεῖθεν κατὰ φήμην, ἔνθα διέτριβεν, ἀπελθών, συνῆν μετ᾿ αὐτοῦ.


Συλληφθείσης δὲ γυναικός τινος, οὕτω καλουμένης Ἀθανασίας, μετὰ τῶν τριῶν αὐτῆς θυγατέρων, Θεοδότης, Θεοκτίστης, καὶ Εὐδοξίας, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως, καὶ μελλουσῶν παρίστασθαι τῷ δικάζοντι, δείσαντες οἱ Ἅγιοι μήτι πάθωσιν, οἷα πάσχειν γυναῖκας εἰκός, τοῦ ἀγῶνος τὸ μέγεθος καταπτήξασαι, παραγενόμενοι ἐθαρσοποίουν αὐτάς, καὶ πρὸς τοὺς ἀγῶνας ὑπήλειφον. Συγκατασχεθέντες οὖν καὶ οὗτοι καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, Θεὸν ἀληθινὸν ὄντα, ὁμολογήσαντες, καὶ αἰκισμοῖς ὑποβληθέντες πολλοῖς, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν ἅμα ταῖς ῥηθείσαις γυναιξί. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ Μαρτυρίῳ αὐτῶν, τῷ ὄντι ἐν τοῖς Φωρακίου.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ.







Στίχοι.


Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι,
Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη.


Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ,
Ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας.


Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος·
Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου.


Εἰ τοῦ ξίφους στέρξω σε τῷ φόβῳ βίε,
Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον;


Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία,
Καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω τρυγῆς τύχῃς.


Οὗτοι, ἐπὶ Δεκίου τοῦ Βασιλέως, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν συσχεθέντες, καὶ ἀχθέντες Τερτίῳ τῷ Ἀνθυπάτῳ, ἐν Κορίνθῳ τὴν ἀρχὴν τῆς Ἑλλάδος διέποντι (ἐκ Κορίνθου γὰρ ὥρμηντο οἱ Ἅγιοι), μετὰ πλείστας αἰκίας καὶ ἀνυποίστους, διαφόρους ἐδέξαντο τελευτάς. Οὐϊκτωρῖνος γάρ, καὶ Οὐΐκτωρ, καὶ Νικηφόρος, ἐν ὅλμῳ βληθέντες, ἀπέδωκαν τὰς ψυχάς. Ὁ δὲ Κλαύδιος, τμηθεὶς χεῖρας καὶ πόδας τοῦ βίου μετέστη. Ὁ δὲ Διόδωρος τὸ διὰ πυρὸς ἐδέξατο τέλος. Σαραπῖνος δὲ τὴν κεφαλὴν ἀπετμήθη. Ὁ δὲ Παπίας καταποντισθεὶς διήνυσε τὸ μαρτύριον.





Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Τρυφαίνης.







Στίχοι.


Ταῦρος Τρύφαινα σοῦ τρυφᾷ τὸ σαρκίον,
Καὶ πρὸς τρυφὰς πέμπει σε τὰς ἀκηράτους.


Αὕτη ἦν ἐκ πόλεως Κυζίκου, τῆς ἐν τῷ Ἑλλησπόντῳ κειμένης, θυγάτηρ Ἀναστασίου τινὸς Συγκλητικοῦ, καὶ μητρὸς Σωκρατίας Χριστιανῆς. Κατέστη δὲ εἰς τὸ Μαρτύριον, οὐχ ὑφ᾿ ἑτέρων ἀχθεῖσα, ἀλλ᾿ αὐτὴ ἑαυτὴν προσενέγκασα. Διεχλεύαζε γὰρ τὰ αἰσχρὰ καὶ διέσυρεν οἷς τοὺς θεοὺς αὐτῶν οἱ ἄφρονες τιμῶντες ᾤοντο, καὶ ἀποστῆναι τῶν ματαίων ἐδίδασκε, καὶ ἐπιστροφὴν ἐκ Θεοῦ πεμφθῆναι ἐπηύχετο. Ὅθεν, προστάξαντος Καισαρίου Ἡγεμόνος, ἐν καμίνῳ ἐμβάλλεται. Ῥυσθεῖσα δὲ παραδόξως ἐκεῖθεν, ἐπὶ μετεώρου κρεμᾶται· καὶ ἀποῤῥιφθεῖσα, τοῖς ὑποκειμένοις ἥλοις ἐμπείρεται. Εἶτα θηρίοις ἀφίεται· καὶ τὰ μὲν ἄλλα τῶν θηρίων ταύτης οὐχ ἥψαντο· εἷς δὲ ὕστερον πελάσας ταῦρος, καὶ διακερατίσας, διέσχισε ταύτην, ἔνθα προσέβαλε. Λέγεται δέ, ἐνῷ τὸ αἷμα αὐτῆς ἐῤῥύη, προελθεῖν πηγὴν ὕδατος διειδοῦς· ἐξ οὗ αἱ μετὰ τὸ τεκεῖν ἀποροῦσαι γάλακτος, εἴτε ἄνθρωποι εἶεν, εἴτε κτήνη, ἀρυόμεναι καὶ μετέχουσαι, εὐθὺς τοῖς νεογνοῖς τὸ γάλα προχέουσι.



Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἠλίας ὁ Ἀρδούνης, ὁ ἐν Καλάμαις τῆς Πελοποννήσου μαρτυρήσας ἐν ἔτει 1686, πυρὶ τελειοῦται.







Στίχοι.


Οὐ πῦρ φλέγει σε Ἠλία στεφηφόρε,
Ἔνδον γὰρ εἶχε, πῦρ Θεοῦ τῆς ἀγάπης.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ νέου, τοῦ ἐν Πάρῳ.


Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ´. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι Παῖδες.


Ταλαντεύσαντες ὡς ἐν ῥοπῇ ζυγοῦ τὸ φρόνημα, βάρει τῆς ἀχράντου δόξης οἱ Ἀθληταί, ἀνυψούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.


Οὐκ ἀγνοοῦντες, τοῦ ἀντιπάλου τὰ νοήματα, πᾶσαν αἰκισμῶν ἰδέαν καὶ θωπειῶν, ἀποπτύσαντες οἱ Μάρτυρες· Εὐλογημένος εἶ, ἀνεβόων τῆς δόξης ὁ Κύριος.


Τῇ καρτερίᾳ, τῶν ἀλγηδόνων στεφανούμενοι, Κῦρος, Ἰωάννης ὄντως οἱ λατρευταί, τῆς Τριάδος ἀνεκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.


Θεοτοκίον


Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε.


Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.


Ἀναργύρων δυάδα τὴν καλλίνικον πάντες ἀνευφημήσωμεν, θεόπνουν Ἰωάννην καὶ ἰατήρων κλέος, Κῦρον τὸν παναοίδιμον, ὡς εὐφροσύνης ἡμῶν καὶ χάριτος δοτῆρας.


Σωτηρίας σὲ τεῖχος ξυνωρὶς Ἀναργύρων, πιστῶν ὁμήγυρις κατέχει σε βοῶσα· θεόφρον Ἰωάννη καὶ στεῤῥὲ Κῦρε, σπεύσατε ὑμῶν ἱκέταις θερμοῖς ταχέως βοηθῆσαι.


Ῥῶσιν τοῖς ἀσθενοῦσιν ἀνιάτως δυνάμει Σταυροῦ παρείχετε, παμμάκαρ Ἰωάννη καὶ Κῦρε θεοφόρε, ἰατῆρες Ἀνάργυροι θαυματουργοὶ τοῖς ὑμᾶς ἐν πίστει προσιοῦσι.


Θεοτοκίον.


Ῥυπτικαῖς σου πρεσβείαις πρὸς τὸν μονογενῆ σοῦ Υἱὸν ἀπόπλυνον τὸν ῥύπον ἁμαρτίας τῶν σοὶ καταφευγόντων καὶ βοώντων· Μητρόθεε, δέξαι εἰς δόμους λαμπροὺς ἡμᾶς κεκαθαρμένους.



ᾨδὴ η´. Χεῖρας ἐκπετάσας Δανιήλ.


Πρὸς ἄρνησιν μὲν οἱ ἀσεβεῖς, τοῦ φύσει ὄντος Θεοῦ, ἐξεκαλοῦντο δεινῶς, ἀλλ᾿ οἱ ἀήττητοι Μάρτυρες, διὰ κτίσεως ὑπέφαινον, τὸν τοῦ παντὸς Δημιουργὸν ὄντα κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.


Λυσσῶντες τῇ πλάνῃ ἐμφανῶς, οἱ τὰ ἐπίγεια, φρονοῦντες Τύραννοι, τοὺς τὸ πολίτευμα ἔχοντας, ἐν ὑψίστοις ἀκατάλυτον, διὰ θανάτου πρὸς ζωὴν ὤθουν κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.


Λείψανα Μαρτύρων ἀστραπάς, θαυμάτων ἔφαναν, τῇ οἰκουμένῃ Χριστέ, τοῦ κακοδαίμονος φάσματος, τὴν ἀπάτην θριαμβεύοντα, τοῖς δὲ βοῶσιν εὐπρεπῶς, ἰάσεις νέμοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.


Θεοτοκίον


Ἀμήτωρ ὁ Λόγος ἐκ Πατρός, ὑπάρχων πρότερον, ἀπάτωρ γέγονεν, ἐκ σοῦ τὸ δεύτερον Πάναγνε, σαρκωθεὶς ὁ πρὶν ἀσώματος, δι᾿ εὐσπλαγχνίαν βουληθείς, σῶσαι τούς ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.



Ἕτερος. Τὸν Βασιλέα.


Ὑμνοῦμεν πάντες ὑμᾶς, Ἀνάργυροι θεῖοι, σὺν τρισὶ θυγατράσι μαρτύρων τῆς Ἀθανασίας, γενναίας ἀθληφόρου.


Σώσατε πάντας ἐξ αἰωνίου θανάτου τοὺς πιστῶς προσκυνοῦντας λειψάνων τῶν ὑμῶν τὴν θήκην, σὺν Κύρῳ Ἰωάννῃ.


Αἰγύπτου χθόνα καθηγιάσατε ῥείθροις τῶν ὑμῶν παναγίων αἱμάτων, Κῦρε οὐρανόφρον καὶ Ἰωάννη πάνυ.




Θεοτοκίον.


Θεογεννῆτορ, τῇ κραταιᾷ σου πρεσβείᾳ, τοῦ ἀλάστορος σύντριψον θράσος καὶ αὐτοῦ μανίαν τὴν καθ’ ἡμῶν ταχέως.



ᾨδὴ θ´. Λίθος ἀχειρότμητος ὄρους.


Ὑπήκοος μέχρι θανάτου, ἡ ξυνωρὶς τῶν ἀηττήτων, ὤφθη Ἰωάννου καὶ Κύρου, τοῖς τοῦ Δεσπότου θείοις προστάγμασι· διὸ χερσὶ τοῦ Κτίσαντος, τὰς ἑαυτῶν ψυχὰς παρέθεντο.


Φωστῆρες ἐκλάμπουσι δύω, τὰς τῶν θαυμάτων λαμπηδόνας, κρήνης ἐκ μιᾶς φωτοφόρου, τοῖς ἀσθενοῦσιν ἀπαρυόμενοι, τῆς ἀκηράτου χάριτος, οὓς ἐπαξίως μεγαλύνομεν.


Τριαδικὸν


Μονάδα μὲν θείας οὐσίας, ἀλλ᾿ ὑποστάσεων Τριάδα, ἡ τῶν ἀηττήτων Μαρτύρων, δυὰς ἀνδρείως ἐθεολόγησε, τὸν σαρκωθέντα Λόγον δὲ ἕνα Χριστὸν ἐν δύω φύσεσι.


Θεοτοκίον


Φεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν κόσμον μετὰ δόξης· λῦσον τὴν ἀχλὺν τῶν παθῶν μου, ταῖς ἱκεσίαις τῆς κυησάσης σε, καὶ τῶν σεπτῶν Μαρτύρων σου, ὡς ἀγαθὸς καὶ πολυέλεος.



Ἕτερος. Κυρίως Θεοτόκον.


Εὐσπλάγχνων ἰατήρων ξυνωρις ἅγια, ἡμῖν παρέχετε πᾶσι τὰ κρείττονα τοῖς ἑορτάζουσι μνήμην ὑμῶν, Ἀνάργυροι.


Χαρίτων, Ἰωάννη, πάγχρυσον δοχεῖον καὶ διαυγέστατον, Κῦρε, κυάθιον τῶν ἰαμάτων, μαρτύρων πυξία πέλετε.


Μαρτύρων σὺν χορείαις χαίροντες ἐν πόλῳ ἐκ χαλεπῶν δυσωπεῖτε συμπτώσεων φύεσθε πάντας τὸν Κτίστην, ἡμᾶς, Ἀνάργυροι.


Θεοτοκίον.


Μετὰ τῶν Ἀναργύρων καὶ Ἁγίων πάντων τὸν σὸν Υἱὸν καὶ Θεὸν καθικέτευε ὑπὲρ ἡμῶν, Θεοτόκε, μεγαλυνόντων σε.



Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις


Θαυματουργοὶ φωστῆρες, Κῦρε σὺν τῷ Ἰωάννῃ, τὰς ψυχικὰς ἡμῶν νόσους, καὶ τῶν σωμάτων ἰᾶσθε, παρὰ Κυρίου λαβόντες, τὴν χάριν τῶν ἰαμάτων.


Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.


Δυναμωθέντες χάριτι Κυρίου ἠγωνίσασθε ἀθλητικῶς ἐν σταδίῳ καὶ τὰς βουλὰς τῶν ἀνόμων εἰς τέλος κατεβάλατε, θεοειδεῖς Ἀνάργυροι, Κῦρε πνευματοφόρητε καὶ Ἰωάννη τρισμάκαρ, Χριστοῦ ὁπλῖται γενναῖοι.






Θεοτοκίον.


Τὸ τοῦ Πατρὸς ἀπαύγασμα καὶ Λόγος προαιώνιος, ὁ συναΐδιος πέλων Πατρὶ καὶ Πνεύματι θείῳ, ἐσκήνωσεν ἐν μήτρᾳ σου, καὶ μὴ ἐκστὰς τῆς φύσεως σάρξ, Μαριάμ, ἐγένετο βροτῶν θεώσας τὴν φύσιν μεγαλυνόντων σὲ πόθῳ.



Εἰς τοὺς Αἰνούς. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσι.


Οἱ φλεχθέντες τῷ ἔρωτι τῆς τριφώτου Θεότητος, Κῦρος, ἰατήρων τὸ ἐγκαλλώπισμα, καὶ Ἰωάννης ὁ πάνσεπτος, βασάνους ὑπέμειναν καὶ τὴν τμῆσιν κεφαλῆς τῆς αὐτῶν γενναιότατα ἀνακράζοντες· σὺν τριάδι ἀλκίμων κορασίδων καὶ μητρὸς Ἀθανασίας αὐτῶν· Χριστὲ Σῶτερ, δόξα Σοι.



Ἀθλοφόροι περίδοξοι ἰατῆρες θεόσδοτοι, Κῦρε, εὐσεβείας εἰκὼν περίβλεπτε καὶ Ἰωάννη θεσπέσιε, πιστοῖς οἱ παρέχοντες τὰς ἰάσεις δωρεάν, τὴν Μονὴν κατελίπετε τῆς ἀσκήσεως τῆς ὑμῶν ὡς ἠκούσατε, φωσφόροι, ὅτι ἤχθησαν ἀμνάδες Χριστοῦ ἀπίστου πρὸ βήματος.



Τῶν λειψάνων τὴν πάνσεπτον θήκην κατασπαζόμενοι τῶν ὑμῶν τιμίων βοῶμεν, Ἅγιοι· Κῦρε, μαρτύρων ἀρχέτυπον, Χριστὸν καθικέτευε Ἰωάννη σὺν σοφῷ συνεργῷ καὶ συνάθλῳ σου δοῦναι ἅπασι τοῖς τιμῶσιν ὑμῶν τὴν θείαν μνήμην ἄμφω δύναμιν καὶ ῥώμην, ἰσχύν, χαρὰν καὶ ὑγίειαν.



Δεῦτε, πάντες φιλέορτοι, εὐφημήσωμεν ἄσμασιν Ἀναργύρων ζεῦγος τὸ θεοδόξαστον, Κῦρον, ἐν μάχαις ἀλκίφρονα τὸν Ὄντως ἀήττητον καὶ αὐτοῦ τὸν συνοδὸν Ἰωάννην τὸν ἄριστον ἀνακράζοντες· δωρεὰν οἱ τὴν χάριν εἰληφότες τῶν θαυμάτων, δυσωπεῖτε ὑπὲρ ἡμῶν τὸν Θεάνθρωπον.



Δόξα. Ἦχος πλ. α´.


Πανένδοξοι Ἀνάργυροι, Κῦρε καὶ Ἰωάννη, τίς ἐπαξίως ὑμνήσει ὑμῶν τὴν στεῤῥὰν ἐνστασιν καὶ λαμπρὰν ἄθλησιν; οὐδὲν γὰρ προεκρίνατε τῆς του Χριστοῦ ἀγάπης, ἀλλ᾿ ὁμοφρόνως τὸν ὑπὲρ Αὐτοῦ ἀναδέξασθε θάνατον μεταβάντες οὖν πρὸς τὴν ἄλυπον ζωὴν καὶ μαρτυρικῶν ἀξιωθέντες βραβείων Χριστῷ πρεσβεύετε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Καὶ νῦν. Θεοτοκίον.


Μακαρίζομεν σέ, Θεοτόκε Παρθένε, ..



Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.





ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ



Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τῶν Ἁγίων ἡ γ᾿ καὶ ἡ στ᾿ ᾠδή.


Ἀπόστολος πρὸς Κορινθίους (Κεφ. ιβ᾿ 27 - ιγ᾿ 9 ). (Ζήτει τῇ Ἃ᾿ Νοεμβρίου).


Εὐαγγέλιον κατὰ Ματθαῖον (Κεφ. Ι᾿ 1, 5-8 ). (Ζήτει ὁμοίως τῇ Ἅ· Νοεμβρίου).


Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...



Μεγαλυνάριον


Δεῦτε, ἰατήρων πανευσθενῶν τὴν σεπτὴν δυάδα ἐπαινέσωμεν εὐλαβῶς, Κῦρον τὸν γενναῖον καὶ θεῖον Ἰωάννην, ὡς ἀθλητῶν προβόλους τοῦ Παντοκράτορος.